TLG 1645 003 :: PTOLEMAEUS VIII EUERGETES II :: Fragmenta PTOLEMAEUS VIII EUERGETES II 〈Hist.〉 Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 186–189. Fragmenta e libris hypomnematicis (frr. 1–12): pp. 186–189 Citation: Fragment — (line) | ||
t1-12 | ΥΠΟΜΝΗΜΑΤΑ ἐν βιβλίοις κδʹ. | |
1(t) | E LIBRIS PRIMO ET QUINTO. | |
1 | Athenaeus X: Πολυπότης δὲ ἦν καὶ Ἀν‐ τίοχος ὁ βασιλεὺς, ὁ κληθεὶς Ἐπιφανὴς, ὁ ὁμηρεύσας παρὰ Ῥωμαίοις, ὃν ἱστορεῖ Πτολεμαῖος ὁ Εὐεργέτης ἐν τῷ πρώτῳ τῶν Ὑπομνημάτων κἀν τῷ πέμπτῳ, φά‐ | |
---|---|---|
5 | σκων αὐτὸν εἰς τοὺς Ἰνδικοὺς κώμους καὶ μέθας τρα‐ πέντα πολλὰ ἀναλίσκειν. Καὶ τὰ περιλειπόμενα δὲ τῶν χρημάτων μεθ’ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δὲ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε· Τίνι ἡ τύχη δίδωσι, λαβέτω. Καὶ ῥίψας τὸ ἀργύριον, | |
10 | ᾤχετο. Πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ τῆς κεφαλῆς, καὶ χρυσοϋφῆ τήβενναν φορῶν μόνος ἐρέμβετο, λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδίων τοὺς ἀκολουθοῦντας αὐτῷ. Ἐλούετό τε καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας, μύροις ἀλειφόμενος. | |
15 | Ὥστε καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφη, Μακά‐ ριος εἶ, ὦ βασιλεῦ, πολυτελὲς ὄζεις. Καὶ ὃς ἡσθεὶς, Ἐγώ σε, φησὶν, ὑπέρκορον τούτου ποιήσω. Καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην, ὑπὲρ δύο χόας ἔχουσαν παχέος μύρου, καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆ‐ | |
20 | θος τῶν ἀγοραιοτέρων εἰς τὸ ἐκχυθὲν συγκυλισθῆναι. Ὀλίσθου τε γενομένου, αὐτός τε ὁ Ἀντίοχος ἔπεσε καγχάζων, καὶ οἱ πλεῖστοι τῶν λουομένων τὸ αὐτὸ ἔπασχον. | |
2(t) | E LIBRO SECUNDO. | |
1 | Idem II: Πτολεμαῖος δ’ ὁ Εὐεργέτης, βα‐ σιλεὺς Αἰγύπτου, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμ‐ ματικοῦ μαθητῶν, ἐν δευτέρῳ Ὑπομνημάτων γράφει οὕτως· «Περὶ Βερενίκην τῆς Λιβύης Λήθων ποταμὸς, | |
5 | ἐν ᾧ γίνεται ἰχθὺς λάβραξ καὶ χρύσοφρυς καὶ ἐγχέλεων πλῆθος καὶ τῶν καλουμένων βασιλικῶν, αἳ τῶν τε ἐκ Μακεδονίας καὶ τῆς Κωπαΐδος λίμνης τὸ μέγεθός εἰσιν ἡμιόλιαι, πᾶν τε τὸ ῥεῖθρον αὐτοῦ ἰχθύων ποικίλων ἐστὶ πλῆρες. Πολλῆς δ’ ἐν τοῖς τόποις κινάρας φυομέ‐ | |
10 | νης, οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι συνεχρῶντο καὶ ἡμῖν προσέφερον ψιλοῦντες τῶν ἀκανθῶν.» | |
3 | Idem IX: Πτολεμαῖος δ’ ὁ Εὐεργέτης ἐν δευτέρῳ Ὑπομνημάτων τέταρόν φησιν ὀνομάζεσθαι τὸν φασιανὸν ὄρνιν. | |
4(t) | E LIBRO TERTIO. | |
1 | Idem XIII: Καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεὺς, Φιλάδελφος δ’ ἐπίκλην, ὡς ἱστορεῖ ὁ Εὐεργέτης Πτολεμαῖος ἐν τῷ τρίτῳ τῶν Ὑπομνημά‐ | |
των, πλείστας ἔσχεν ἐρωμένας· Διδύμην μὲν, μίαν | 186 | |
5 | τῶν ἐπιχωρίων γυναικῶν, μάλ’ εὐπρεπεστάτην τὴν ὄψιν, καὶ Βιλιστίχην, ἔτι δὲ Ἀγαθόκλειαν καὶ Στρα‐ τονίκην, ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλεί‐ στας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια. | |
5(t) | E LIBRO SEPTIMO. | |
1 | Idem II: Πτολεμαῖος δὲ ὁ βασιλεὺς ἐν ἑβδόμῳ Ὑπομνημάτων, ἐπὶ Κορίνθου προάγουσι, φησὶν, ἡμῖν διὰ τῆς Κοντοπορίας καλουμένης, κατὰ τὴν ἀκρώ‐ ρειαν προσβαίνουσιν, εἶναι κρήνην νᾶμα ἀνιεῖσαν χιό‐ | |
5 | νος ψυχρότερον· ἐξ ἧς πολλοὺς μὴ πίνειν, ἀποπαγήσε‐ σθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι. | |
t6-8 | E LIBRO OCTAVO. | |
6 | Idem XII: Ὅτι δὲ τρυφῆς οὐκ ἦν ἀλλό‐ τριος ὁ βασιλεὺς οὗτος (Ptol. VII), αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ, ἐν τῷ ὀγδόῳ τῶν Ὑπομνημάτων διηγούμε‐ νος, ὅπως τε ἱερεὺς ἐγένετο τοῦ ἐν Κυρήνῃ Ἀπόλλωνος, | |
5 | καὶ ὅπως δεῖπνον παρεσκεύασε τοῖς πρὸ αὐτοῦ γενομέ‐ νοις ἱερεῦσι, γράφων οὕτως· «Ἀρτεμίτια, μεγίστη ἑορτὴ ἐν Κυρήνῃ· ἐν ᾗ ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος (ἐνιαύ‐ σιος δέ ἐστι) δειπνίζει τοὺς πρὸ αὑτοῦ ἱερευσαμένους, καὶ παρατίθησιν ἑκάστῳ τρυβλία· τοῦτο δέ ἐστι κερα‐ | |
10 | μεοῦν ἄγγος, ἐπιδεχόμενον ὡς εἴκοσιν ἀρτάβας· ἐν ᾧ πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δὲ σῖτα, καὶ τῶν ἡμέρων ὀρνίθων, ἔτι δὲ θαλαττίων ἰχθύων, ταρίχους τε ξενικοῦ πλείονα γένη· πολλάκις δέ τινες καὶ καθάριον | |
15 | ἀκολουθίσκον προσδιδόασιν. Ἡμεῖς δὲ περιειλόμεθα τὰ τοιαῦτα· φιάλας δ’ ὁλαργύρους κατασκευάσαντες, τὸ τίμημα ἔχουσαν ἑκάστην ἧς προειρήκαμεν δαπάνης, ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν, καὶ παρεκαλέσαμεν ἕκαστον ἐπὶ | |
20 | αὐτοῦ καθεσθέντα οἴκαδ’ ἀπιέναι.» | |
7 | Idem VI: Πτολεμαῖος δ’ ὁ βασιλεὺς ἐν ὀγδόῳ Ὑπομνημάτων, περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος, τοῦ Λιβύων βασιλέως, φησὶ τάδε· «Δεῖπνα Ῥωμαϊκῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορη‐ | |
5 | γούμενα ἀργυρῷ. Τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκό‐ σμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς· τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις· | |
μουσικοῖς τε ἐχρῆτο Ἑλληνικοῖς.» | 187 | |
8 | Idem XII: Ἔθος δὲ παρ’ αὐτοῖς (τοῖς Συβαρίταις) καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδε‐ δεμένους χρυσοφορεῖν. Ἐπιχωριάζειν δὲ παρ’ αὐτοῖς | |
5 | διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ, καὶ τοὺς σκωπαίους, ὥς φησιν ὁ Τίμων, τοὺς καλουμένους παρά τισι στίλ‐ πωνας, καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια. Πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασανάσσης ὁ τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, | |
10 | ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων, ζητοῦσι συνωνεῖσθαι πιθήκους· «Παρ’ ὑμῖν, ὦ οὗτοι, αἱ γυ‐ ναῖκες οὐ τίκτουσι παιδία;» Παιδίοις γὰρ ἔχαιρεν ὁ Μασανάσσης, καὶ εἶχε παρ’ αὑτῷ τρεφόμενα τῶν υἱῶν (πολλοὶ δὲ ἦσαν) τὰ τέκνα, καὶ τῶν θυγατέρων | |
15 | ὁμοίως. Καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφε μέχρι τριῶν ἐτῶν· μεθ’ ἃ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παρα‐ γινομένων ἄλλων. | |
t9 | E LIBRO NONO. | |
9 | Idem IX: Πτολεμαῖος δ’ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν Ἀπομνημονευμάτων· «Εἰς Ἄσσον (φησὶν) ἐπιδημήσαντί μοι, οἱ Ἄσσιοι παρέστη‐ σαν χοῖρον, ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, | |
5 | ὅλον δ’ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. Ἔφα‐ σάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ’ αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρα‐ κισχιλίας.» | |
t10-12 | E LIBRO DUODECIMO. | |
10 | Idem XIV: Φασιανικός. Πτολε‐ μαῖος ὁ βασιλεὺς ἐν τῷ δυοκαιδεκάτῳ τῶν Ὑπομνη‐ μάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησί· «Τά τε τῶν | |
5 | φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν, οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμποντο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑπο‐ βαλὼν, ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι. Τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν.» Αὕτη τοῦ λαμπρο‐ τάτου βασιλέως φωνὴ, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε | |
10 | γεύσασθαι ὡμολόγησεν, ἀλλ’ ὥσπερ τι κειμήλιον ἀνα‐ κείμενον εἶχε τούσδε τοὺς ὄρνιθας. Εἰ δὲ ἑοράκει, ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατηναλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυ‐ θρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων τῶν | |
15 | εἰκοσιτεσσάρων καὶ ἄλλην μίαν. | |
11 | Stephanus Byz.: Ἀγχιάλη, πόλις Κιλικίας ... Ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρὸς, ὡς Ἀθηνόδωρος περὶ τῆς αὑτοῦ πατρίδος γράφων, καὶ πα‐ ρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτο‐ | |
5 | λεμαίῳ βασιλεῖ. | |
12 | Athenaeus II: Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων φησὶ, σίον ἐν ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ | |
τὸ φύλλον ἐοικός. Διὸ καὶ Πτολεμαῖος, ὁ δεύτερος Εὐεργέτης, Αἰγύπτου βασιλεύσας, παρ’ Ὁμήρῳ (Od. | 188 | |
5 | εʹ, 72) ἀξιοῖ γράφειν· Ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου, ἠδὲ σελίνου. | |
Σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα. | 189 |